1.

[9.414] (§§ 414-417 Cfr. M III 60-64) Πρὸς τούτοις˙ εἴπερ οἱ γεωμέτραι οὐ μόνον ἀπλατὲς μῆκός φασι τὴν γραμμήν, ἀλλὰ καὶ πέρας ἐπιφανείας, ὃ μῆκος καὶ πλάτος ἐστὶν ἀβαθές (Cfr. PH III 39 sqq. et M III 20), ἐνέσται κοινότερον περί τε γραμμῆς καὶ ἐπιφανείας διαπορεῖν. εἰ γὰρ ἡ γραμμὴ πέρας ἐστὶν ἐπιφανείας, [ὅ ἐστι,] μῆκος ἀπλατὲς καθεστηκυῖα, πάντως ἐπιφανείας ἐπιφανείᾳ παρατεθείσης ἢ παράλληλοι δύο γίνονται γραμμαὶ ἢ μία ἐξ ἀμφοτέρων.