1.

[9.415] καὶ εἰ μὲν μία αἱ παράλληλοι δύο γραμμαὶ γίνονται, ἐπεὶ ἡ γραμμὴ πέρας ἐστὶν ἐπιφανείας, ἡ δὲ ἐπιφάνεια πέρας σώματος, τῶν δυεῖν γραμμῶν μιᾶς γινομένων καὶ αἱ δύο ἐπιφάνειαι μία γενήσονται. οὑτωσὶ δὲ καὶ τὰ δύο σώματα ἓν ἔσται σῶμα, καὶ διὰ τοῦτο ἡ παράθεσις οὐκέτι γενήσεται παράθεσις, ἀλλὰ ἕνωσις. ὅπερ ἐστὶν ἀδύνατον˙ ἐπὶ τινῶν 〈μὲν〉 γὰρ παρατιθεμένων ἀλλήλοις σωμάτων ἕνωσις γίνεσθαι πέφυκεν, ὡς ἐπὶ τῶν ὑγρῶν, ἐπὶ τινῶν δὲ οὐκέτι˙ λίθος γὰρ λίθῳ καὶ ἀδάμας ἀδάμαντι κατὰ τὴν παράθεσιν οὐχ ἑνοῦται. ὥστε δύο γραμμαὶ οὐκ ἂν γένοιντο μία.