1.

[9.416] καὶ ἄλλως˙ ἐὰν δῶμεν μίαν γενέσθαι, καὶ ἕνωσιν διὰ τοῦτο τῶν σωμάτων, δεήσει τὸν χωρισμὸν αὐτῶν μὴ κατὰ τὰ αὐτὰ πέρατα γίνεσθαι, ἀλλὰ κατ' ἄλλα καὶ ἄλλα μέρη, βιαίως ἀποσπωμένων αὐτῶν. οὐχὶ δὲ τοῦτο˙ τῶν γὰρ περάτων καὶ πρὶν τῆς παραθέσεως καὶ μετὰ τὸν χωρισμὸν αὐτῶν ἡ αὐτὴ σῴζεται φύσις. οὐκ ἄρα αἱ δύο παράλληλοι γραμμαὶ μία γίνονται. σὺν τούτοις˙ εἴπερ αἱ δύο γραμμαὶ μία γίνονται, τὰ παρατιθέμενα ἀλλήλοις σώματα ἑνὶ ἄκρῳ ἔσται ἐλάσσονα˙ γεγόνασι γὰρ αἱ δύο γραμμαὶ μία, καὶ ἡ μία κατ' ἀνάγκην ἓν ἔχειν ἄκρον ὀφείλει. οὐχὶ δέ γε τὰ παρατιθέμενα ἀλλήλοις σώματα ἑνὶ ἄκρῳ γίνεται ἐλάσσονα, ὥστε οὐκ ἂν εἶεν αἱ δύο γραμμαὶ μία.