1.

[9.417] εἰ δὲ παράλληλοι δύο μένουσιν αἱ γραμμαί, τὸ ἐκ τῶν δυεῖν μεῖζον ἔσται τῆς μιᾶς. εἰ δὲ τὸ ἐκ τῶν δυεῖν γινόμενον μεῖζον ἔσται τῆς μιᾶς γραμμῆς, ἕξει ἑκατέρα αὐτῶν πλάτος, ὃ μετὰ τῆς ἑτέρας ταττόμενον μεῖζον ποιεῖ διάστημα. καὶ οὕτως οὐκ ἔστιν ἀπλατὲς μῆκος ἡ γραμμη˙ ἢ εἴπερ ἐστί, σαλεύεσθαι δεήσει τὴν ἐνάργειαν, ὡς παρεστήσαμεν.