1.

[9.419] μεταβάντες δὲ ἀκολούθως σκοπῶμεν, εἰ καὶ κατὰ τὰς αὐτῶν ἐκείνων ὑποθέσεις δύναται προκόπτειν ὁ λόγος. ἀρέσκει τοίνυν τοῖς γεωμέτραις τὴν εὐθεῖαν γραμμὴν στρεφομένην πᾶσιν αὐτῆς τοῖς μέρεσι κύκλους γράφειν. τούτῳ δὲ εὐθὺς αὐτῶν τῷ θεωρήματι μάχεται τὸ μῆκος ἀπλατὲς εἶναι τὴν γραμμήν.