1.

[9.420] ἐπεὶ γὰρ πᾶν μέρος γραμμῆς, ὥς φασι, σημεῖον ἔχει, τὸ δὲ σημεῖον στρεφόμενον κύκλον γράφει, ὅταν εὐθεῖα γραμμὴ στρεφομένη καὶ πᾶσι τοῖς ἑαυτῆς μέρεσι κυκλογραφοῦσα καταμετρῇ τὸ διάστημα τῆς ἐπιπέδου τῆς ἀπὸ τοῦ κέντρου μέχρι τῆς ἐξωτάτω περιφερείας, τότε ἤτοι συνεχεῖς εἰσιν οἱ παράλληλοι κύκλοι ἢ διεστᾶσιν ἀπ' ἀλλήλων.