1.

[9.421] ὁπότερον δ' ἂν λέγωσι τούτων οἱ γεωμέτραι, εἰς ἄλυτον σχεδὸν ἀπορίαν ἐμπεσοῦνται. εἰ μὲν γὰρ διεστᾶσιν ἀπ' ἀλλήλων, ἔσται τι μέρος τῆς ἐπιπέδου τὸ μὴ κυκλογραφούμενον καὶ τῆς γραμμῆς τὸ μὴ κυκλογραφοῦν, ὅπερ κατὰ τοῦτο τέτακται τὸ διάστημα τῆς ἐπιπέδου.