1.

[9.422] τοῦτο δὲ ἦν ἄτοπον˙ καὶ γὰρ ἔχει σημεῖον ἡ γραμμὴ πάντως κατὰ τόδε τὸ μέρος, καὶ τὸ σημεῖον κατὰ τοῦτο στρεφόμενον κυκλογραφεῖ˙ τὸ γὰρ ἢ τὴν γραμμὴν μὴ ἔχειν κατά τι μέρος αὐτῆς σημεῖον, ἢ τὸ σημεῖον στρεφόμενον μὴ γράφειν κύκλον, παρὰ τὸν γεωμετρικόν ἐστι λόγον.