1.

[9.424] εἰ γὰρ ὁ μὲν ἐνδοτάτω κύκλος καὶ πρὸς τῷ κέντρῳ ἐστὶν ἐλάχιστος, ὁ δὲ ἐξωτάτω καὶ πρὸς τῇ περιφερείᾳ μέγιστος καθέστηκεν, πάντες δὲ τὸν αὐτὸν κατέχουσι τόπον, ἔσται ἴσος τῷ μεγίστῳ κύκλῳ ὁ ἐλάχιστος κύκλος˙ ὅπερ ἐστὶν ἀπεμφαῖνον. οὐ τοίνυν οὕτως συνεχεῖς εἰσιν οἱ κύκλοι ὡς τὸν αὐτὸν ἐπειληφέναι τόπον.