1.

[9.425] εἰ δὲ παράκεινται ἀλλήλοις ὡς μὴ παρεμπίπτειν μεταξύ τι σημεῖον, συμπληροῦσι τὸ τῆς ἐπιπέδου πλάτος τὸ ἀπὸ τοῦ κέντρου μέχρι τῆς ἐσχάτης περιφερείας. ἐπεὶ οὖν τὸ συμπληρωτικὸν πλάτους ἐξ ἀνάγκης ἔχει πλάτος, οἱ κύκλοι συμπληροῦντες τὸ τῆς ἐπιπέδου πλάτος ἕξουσι πλάτος. ἦσαν δὲ γραμμαὶ οἱ κύκλοι˙ τοίνυν αἱ γραμμαὶ οὔκ εἰσιν ἀπλατεῖς.