1.

[9.426] (§§ 426-427 Cfr. M III 71-73) Ἔνεστι δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ὁμοιότροπον συνθεῖναι ἀπόδειξιν. φασὶ γὰρ οἱ γεωμέτραι τὴν κυκλογραφοῦσαν εὐθεῖαν δι' αὑτῆς στρεφομένην κυκλογραφεῖν. διόπερ συνερωτῶντες αὐτοὺς φήσομεν˙ ῾῾εἰ ἡ κυκλογραφοῦσα εὐθεῖα δι' αὑτῆς τὸν κύκλον γράφει, οὐκ ἔστι μῆκος ἀπλατὲς ἡ γραμμή˙ ἡ δὲ κυκλογραφοῦσα εὐθεῖα κατ' αὐτοὺς δι' αὑτῆς τὸν κύκλον γράφει˙ οὐκ ἄρα μῆκος ἀπλατές ἐστιν ἡ γραμμή.᾽᾽