1.

[9.427] ὅταν γὰρ ἡ ἀπὸ τοῦ κέντρου εὐθεῖα ἀγομένη στρέφηται καὶ δι' αὑτῆς γράφῃ τὸν κύκλον, ἤτοι κατὰ πάντων τῶν μερῶν τοῦ ἐντὸς τῆς περιφερείας πλάτους φέρεται ἡ εὐθεῖα γραμμή, ἢ κατὰ τινῶν μὲν φέρεται, κατὰ τινῶν δὲ οὐδαμῶς. ἀλλ' εἰ κατὰ τινῶν μὲν φέρεται, κατὰ τινῶν δὲ μή, πάντως οὐ γράφει κύκλον, καθ' ὧν μὲν φερομένη μερῶν τῆς ἐπιπέδου, καθ' ὧν δὲ μὴ φερομένη. εἰ δὲ κατὰ πάντων φέρεται, ὅλον τὸ ἐντὸς τῆς περιφερείας πλάτος καταμετρήσει, πλάτος δὲ καταμετροῦν ἕξει πλάτος˙ τὸ γὰρ πλάτους καταμετρητικὸν ἔχει πλάτος ᾧ καταμετρεῖ.