1.

[9.430] (§§ 430-436 Cfr. M III 77-82) Ἔτι κἂν δῶμεν τὴν γραμμὴν μῆκος ἀπλατὲς ὑπάρχειν, οὐδὲν ἧττον ἄπορος εὑρεθήσεται τοῖς γεωμέτραις ὁ περὶ τοῦ σώματος λόγος. ὥσπερ γὰρ τὸ σημεῖον ῥυὲν ποιεῖ γραμμήν, οὕτω καὶ ἡ γραμμὴ ῥυεῖσα ποιεῖ [Unknown rendering: bond]ἐπιφάνειαν, ἥτις ἐστὶ πέρας σώματος δύο ἔχον διαστάσεις, μῆκός τε καὶ πλάτος.[End rendering]