1.

[9.431] ἐπείπερ οὖν ἡ ἐπιφάνεια πέρας ἐστὶ σώματος, πάντως τὸ σῶμα πεπερασμένον ἐστίν. εἰ δὲ τοῦτο, ὅτε παρατίθεται σῶμα σώματι, τότε ἤτοι τὰ πέρατα τῶν περάτων ἅπτεται, ἢ τὰ πεπερατωμένα τῶν πεπερατωμένων, ἢ καὶ τὰ πεπερατωμένα τῶν πεπερατωμένων καὶ τὰ πέρατα τῶν περάτων. οἷον (ἔσται γὰρ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος) εἰ νοήσαιμεν πέρας μὲν τὸ ἔξωθεν τοῦ ἀμφορέως ὄστρακον, πεπερατωμένον δὲ τὸν ἐν τῷ ἀμφορεῖ οἶνον, δυεῖν ἀμφορέων παρατιθεμένων ἀλλήλοις ἤτοι τὸ ὄστρακον τοῦ ὀστράκου ἅψεται ἢ ὁ οἶνος τοῦ οἴνου ἢ καὶ τὸ ὄστρακον τοῦ ὀστράκου καὶ ὁ οἶνος τοῦ οἴνου.