1.

[9.432] καὶ εἰ μὲν τὰ πέρατα τῶν περάτων ἅπτεται, τὰ πεπερατωμένα οὐχ ἅψεται ἀλλήλων, τουτέστι τὰ σώματα˙ ὅπερ ἦν ἄτοπον. εἰ δὲ τὰ πεπερατωμένα τῶν πεπερατωμένων ἅπτεται, τουτέστι σώματα σωμάτων, δεήσει ταῦτα τῶν οἰκείων περάτων ἐκτὸς γίνεσθαι˙ ὃ πάλιν ἄτοπον.