1.

[9.433] εἰ δὲ καὶ τὰ πέρατα τῶν περάτων ἅπτεται καὶ τὰ πεπερατωμένα τῶν πεπερατωμένων, συνδραμοῦνται αἱ ἀπορίαι˙ ᾗ μὲν γὰρ τὰ πέρατα ἀλλήλων ἅπτεται, τὰ πεπερατωμένα ἀλλήλων οὐχ ἅψεται, ᾗ δὲ ταῦτα ἀλλήλων θιγγάνει, ἐκτὸς ἔσται τῶν οἰκείων περάτων.