1.

[9.434] (§ 434 Cfr. PH III 41-44) καὶ μὴν εἴπερ πέρας ἐστὶν ἡ ἐπιφάνεια, πεπερατωμένον δὲ τὸ σῶμα, ἤτοι σῶμά ἐστιν ἡ ἐπιφάνεια ἢ ἀσώματον. καὶ εἰ μὲν σῶμά ἐστι, ψεῦδος τὸ ἀβαθῆ εἶναι τὴν ἐπιφάνειαν˙ πᾶν γὰρ σῶμα βάθους μετεῖχεν. εἶτα οὐδὲ ἅψεταί τινος τὸ πέρας, ἀλλὰ πᾶν σῶμα γενήσεται ἀπειρομέγεθες˙