1.

[9.435] εἰ γὰρ σῶμά ἐστιν ἡ ἐπιφάνεια, ἐπεὶ πᾶν σῶμα πέρας ἔχει, κἀκεῖνο 〈τὸ〉 πέρας πάλιν σῶμα ὂν ἕξει πέρας, κἀκεῖνο τρίτον, καὶ τὸ τρίτον τέταρτον, καὶ οὕτως εἰς ἄπειρον. εἰ δὲ ἀσώματός ἐστιν ἡ ἐπιφάνεια, ἐπεὶ τὸ ἀσώματον οὐδενὸς δύναται θιγεῖν οὐδὲ ὑπό τινος θιχθῆναι, τὰ πέρατα οὐχ ἅψεται ἀλλήλων, τούτων δὲ μὴ ἁπτομένων οὐδὲ τὰ πεπερατωμένα ἅψεται.