1.

[9.436] ὥστε κἂν τῆς γραμμῆς ἀποστῶμεν, ὅ γε περὶ τῆς ἐπιφανείας λόγος ἄπορος ὢν εἰς ἐποχὴν ἡμᾶς καθίστησιν.
Νῦν μὲν οὖν πεποιήμεθα τὰς ζητήσεις ἐχόμενοι τῶν ἐννοιῶν τῶν τοῦ σώματος καὶ τῶν περάτων, ἔτι δὲ καὶ τῶν γεωμετρικῶν θεωρημάτων˙