1.

[9.437] (§§ 437-439 Cfr. PH III 47-48 ἔνεστι δὲ κἀκεῖνον τὸν λόγον παραλαμβάνειν, σθεναρῶς συνάγοντα τὸ προκείμενον. εἰ γὰρ ἔστι τι σῶμα, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. καὶ αἰσθητὸν μὲν οὐκ ἔστιν. ἀθρόα γὰρ ἦν ποιότης κατ' ἐπισύνθεσιν σχήματος καὶ μεγέθους καὶ ἀντιτυπίας λαμβανομένη (Cfr. § 289)˙ ποιότης δὲ κατ' ἐπισύνθεσίν τινων λαμβανομένη οὐκ ἔστιν αἰσθητή˙ καὶ τὸ σῶμα ἄρα, ὡς σῶμα νοούμενον, οὐκ ἔστιν αἰσθητόν.