1.

[9.438] καὶ μὴν οὐδὲ νοητόν. ἵνα γὰρ γένηται νόησις σώματος, ὀφείλει ἐν τῇ φύσει τῶν πραγμάτων ὑποκεῖσθαί τι αἰσθητόν, ἀφ' οὗ γενήσεται ἡ τοῦ σώματος νόησις. οὐδὲν δὲ ἔστιν ἐν τῇ φύσει τῶν πραγμάτων παρὰ τὸ σῶμα καὶ 〈τὸ〉 ἀσώματον, ὧν τὸ μὲν ἀσώματον αὐτόθεν ἐστὶ νοητόν, τὸ δὲ σῶμα οὐκ αἰσθητόν, ὡς δέδεικται ἡμῖν.