1.

[10.1] Τοῖς περὶ τοῦ σώματος καὶ τῶν περάτων προηπορημένοις ἡμῖν πρός τε τοὺς φυσικοὺς καὶ τοὺς γεωμέτρας ἀκόλουθος εἶναι δοκεῖ καὶ ἡ περὶ τοῦ τόπου ζήτησις˙ ἅπασι γὰρ συμφώνως ἀξιοῦται τὸ σῶμα ἤτοι ἐν τόπῳ περιέχεσθαι ἢ κατὰ τόπου φέρεσθαι.